29/3/10

ΑΧΕΛΩΟΣ.


Ἀχελῷος ποταμός ἐστι τῆς Αἰτωλίας· ἐκαλεῖτο δὲ πρότερον Θέστιος δι´ αἰτίαν τοιαύτην. Θέστιος, Ἄρεως καὶ Πεισιδίκης παῖς, διά τινα περίστασιν οὐ κιακὴν ἀποδημήσας εἰς Σικυῶνα καὶ ἱκανὸν χρόνον διατρίψας, ὑπέστρεψεν εἰς τὸ πατρῷον ἔδαφος· εὑρὼν δὲ τὸν υἱὸν Καλυδῶνα μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ μοιχὸν εἶναι δόξας, κατ´ ἄγνοιαν ἐγονοκτόνησε· τῆς δὲ ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἄξενον, ὃς ἀπ´ αὐτοῦ Θέστιος μετωνομάσθη. Προσηγορεύθη δὲ Ἀχελῷος ἀπὸ τοιαύτης αἰτίας. Ἀχελῷος, Ὠκεανοῦ καὶ Ναΐδος νύμφης παῖς, τῇ θυγατρὶ Κλητορίᾳ κατ´ ἄγνοιαν συν ερχόμενος καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Θέστιον, ὃς ἀπ´ αὐτοῦ Ἀχελῷος μετωνομάσθη.
Γεννᾶται δ´ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη ζάκλον καλουμένη, παρόμοιος ἐρίῳ. Ταύτην τρίψας ἂν εἰς οἶνον βάλῃς, ὕδωρ γίνεται καὶ τὴν μὲν ὀσμὴν ἔχει, τὴν δὲ δύναμιν οὐκ ἔχει.
Εὑρίσκεται δὲ [ἐν αὐτῷ] καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, δι´ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον * γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γʹ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς.
Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατ´ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπ´ αὐτοῦ Καλυδὼν μετωνομάσθη.
Γεννᾶται δ´ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἐάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλει τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γʹ Αἰτωλικῶν.

ΠΛΟΥΤΑΡΧΟΥ: ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΟΡΩΝ ΕΠΩΝΥΜΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ.

Δεν υπάρχουν σχόλια: